Τετάρτη 14 Οκτωβρίου 2009

Σάββατο 18 Απριλίου 2009

"Μάτην φυλάττεις τον τάφον, κουστωδία. Ού γαρ καθέξει τύμβος αυτοζωίαν"


1 Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. 2 καὶ λίαν πρωῒ της μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. 3 καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; 4 καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. 5 καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. 6 ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. 7 ἀλλ' ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. 8 καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ. 9 Ἀναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. 10 ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ' αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. 11 κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ' αὐτῆς, ἠπίστησαν. 12 Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν. 13 κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. 14 Ὕστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ τὴν σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. 15 καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. 16 ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται· 17 σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς· 18 ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. 19 Ὁ μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. 20 ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. ἀμήν.

Πέμπτη 16 Απριλίου 2009

ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ



Τῆ ἁγία καί μεγάλη Κυριακῆ τοῦ Πάσχα, αὐτήν τήν ζωηφόρον Ἀνάσταστιν ἑορτάζομεν
τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ





Λόγος κατηχητικός
Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν
ΙΩΑΝΝΟΥ τοῦ Χρυσοστόμου

Χριστός κατελθών πρός πάλην Ἅδου μόνος,
λαβών ἀνῆλθε πολλά τῆς νίκης σκῦλα.


Εἴ τις εὐσεβής καί φιλόθεος, ἀπολαυέτω τῆς καλῆς ταύτης καί λαμπρᾶς πανηγύρεως. Εἴ τις δοῦλος εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τήν χαράν τοῦ Κυρίου αὐτοῦ. Εἴ τις ἔκαμε νηστεύων, ἀπολαυέτω νῦν τό δηνάριον. Εἴ τις ἀπό τῆς πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τό δίκαιον ὄφλημα. Εἴ τις μετά τήν τρίτην ἧλθεν, εὐχαρίστως ἑορτασάτω. Εἴ τις μετά τήν ἕκτην ἔφθασε, μηδέν ἀμφιβαλλέτω· καί γάρ οὐδέν ζημιοῦται. Εἰ τις ὑστέρησεν εἰς τήν ἐνάτην, προσελθέτω μηδέν ἐνδοιάζων. Εἴ τις εἰς μόνην ἔφθασε τήν ἐνδεκάτην, μή φοβηθῆ τήν βραδύτητα· φιλότιμος γάρ ὤν ὁ Δεσπότης, δέχεται τόν ἔσχατον, καθάπερ καί τόν πρῶτον. Ἀναπαύει τόν τῆς ἑνδεκάτης, ὡς τόν ἐργασάμενον ἀπό τῆς πρώτης. Καί τόν ὕστερον ἐλεεῖ καί τόν πρῶτον θεραπεύει. Κἀκείνω δίδωσι καί τούτω χαρίζεται. Καί τά ἔργα δέχεται καί τήν γνώμην ἀσπάζεται. Καί τήν πρᾶξιν τιμᾶ καί τήν πρόθεσιν ἐπαινεῖ. Οὐκοῦν εἰσέλθετε πάντες εἰς τήν χαράν τοῦ Κυρίου ἡμῶν· καί πρῶτοι καί δεύτεροι, τόν μισθόν ἀπολαύετε. Πλούσιοι κάι πένητες, μετ’ ἀλλήλων χορεύσατε. Ἐγκρατεῖς καί ράθυμοι, τήν ἡμέραν τιμήσατε. Νηστεύσαντες καί μή νηστεύσαντες, εὐφράνθητε σήμερον. Ἡ τράπεζα γέμει, τρυφήσατε πάντες. Ὁ μόσχος πολύς, μηδείς ἐξέλθη πεινῶν. Πάντες ἀπολαύετε τοῦ συμποσίου τῆς πίστεως. Πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος. Μηδείς θρηνείτω πενίαν· ἐφάνη γάρ ἡ κοινή βασιλεία. Μηδείς ὀδυρέσθω πταίσματα· συγγνώμη γάρ ἐκ τοῦ τάφου ἀνέτειλε. Μηδείς φοβείσθω θάνατον· ἠλευθέρωσε γάρ ἡμᾶς ὁ τοῦ Σωτῆρος θάνατος. Ἔσβεσεν αὐτόν ὑπ’ αὐτοῦ κατεχόμενος. Ἐσκύλευσε τόν Ἅδην ὁ κατελθών εἰς τόν Ἅδην. Ἐπίκρανεν αὐτόν γευσάμενον τῆς σαρκός αὐτοῦ· καί τοῦτο προλαβών Ἡσαΐας ἐβόησεν· Ὁ Ἅδης, φησίν, ἐπικράνθη, συναντήσας σοι κάτω. Ἐπικράνθη, καί γάρ κατηργήθη. Ἐπικράνθη, καί γάρ ἐνεπαίχθη. Ἐπικράνθη, καί γάρ ἐνεκρώθη. Ἐπικράνθη, καί γάρ καθηρέθη. Ἐπικράνθη, καί γάρ ἐδεσμεύθη. Ἔλαβε σῶμα καί Θεῶ περιέτυχεν· ἔλαβεν γῆν καί συνήντησεν οὐρανῶ. Ἐλαβεν ὅπερ ἔβλεπε καί πέπτωκεν, ὁθεν οὐκ ἔβλεπε. Ποῦ σου, θάνατε, τό κέντρον; Πού σου, Ἅδη, τό νίκος; Ἀνέστη Χριστός, καί σύ καταβέβλησαι. Ἀνέστη Χριστός, καί πεπτώκασι δαίμονες. Ἀνέστη Χριστός, καί χαίρουσιν Ἄγγελοι. Ἀνέστη Χριστός, καί ζωήν πολιτεύεται. Ἀνέστη Χριστός, καί νεκρός οὐδείς ἐπί μνήματος. Χριστός γάρ ἐγερθείς ἐκ νεκρῶν ἀπαρχή τῶν κεκοιμημένων ἐγένετο. Αὐτῶ ἡ δόξα καί τό κράτος εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.